Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.75 Joseph. AJ 2.80 (English) >>Joseph. AJ 2.85

2.78δεδέσθαι δὲ τοῦτον μὲν ὑπὸ Πετεφροῦ τοῦ ἐπὶ τῶν μαγείρων ὡς δοῦλον, λέγειν δʼ αὐτὸν Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης. τοῦτον οὖν μεταπεμψάμενος καὶ μὴ διὰ τὴν ἄρτι κακοπραγίαν αὐτοῦ καταγνοὺς μαθήσῃ τὰ 2.79ὑπὸ τῶν ὀνειράτων σοι δηλούμενα.” κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν τὸν μὲν ἥκουσιν ἄγοντες οἱ κεκελευσμένοι τημελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως. 2.80

δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος νεανία, φησί, σὺ γάρ μοι νῦν ἄριστος καὶ σύνεσιν ἱκανώτατος ὑπὸ οἰκέτου τοὐμοῦ μεμαρτύρησαι, τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μετέδωκας ἀξίωσον κἀμὲ φράσας ὅσα μοι κατὰ τοὺς ὕπνους ὀνειράτων ὄψεις προδηλοῦσι· βούλομαι δέ σε μηδὲν ὑποστελλόμενον φόβῳ κολακεῦσαι ψευδεῖ λόγῳ καὶ τῷ πρὸς ἡδονήν, ἂν τἀληθὲς σκυθρωπότερον . 2.81ἔδοξα γὰρ παρὰ ποταμὸν βαδίζων βόας ἰδεῖν εὐτραφεῖς ἅμα καὶ μεγέθει διαφερούσας ἑπτὰ τὸν ἀριθμὸν ἀπὸ τοῦ νάματος χωρεῖν ἐπὶ τὸ ἕλος, ἄλλας δὲ ταύταις τὸν ἀριθμὸν παραπλησίας ἐκ τοῦ ἕλους ὑπαντῆσαι λίαν κατισχνωμένας καὶ δεινὰς ὁραθῆναι, αἳ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας οὐδὲν ὠφελοῦντο χαλεπῶς ὑπὸ τοῦ λιμοῦ τετρυχωμέναι. 2.82μετὰ δὲ ταύτην τὴν ὄψιν διεγερθεὶς ἐκ τοῦ ὕπνου καὶ τεταραγμένος ὢν καὶ τί ποτʼ εἴη τὸ φάντασμα παρʼ ἐμαυτῷ σκοπῶν καταφέρομαι πάλιν εἰς ὕπνον καὶ δεύτερον ὄναρ ὁρῶ πολὺ τοῦ προτέρου θαυμασιώτερον, με καὶ μᾶλλον ἐκφοβεῖ καὶ ταράττει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.75 Joseph. AJ 2.80 (English) >>Joseph. AJ 2.85

Powered by PhiloLogic